νεφέλη
νεφέλη, a cloud
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | νεφέλη | – | νεφέλαι, Νεφέλαι |
| Genitive | νεφέλας, νεφέλης | – | νεφελᾶν, Νεφελᾶν, νεφελάων, Νεφελῶν |
| Dative | νεφέλῃ | – | νεφέλαισιν, Νεφέλαισιν, νεφέλῃς, νεφέλῃσι, νεφέλῃσιν |
| Accusative | νεφέλην | – | νεφέλας, Νεφέλας |
| Vocative | – | – | Νεφέλαι |
-
…γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον…
Homer, Iliad
-
…μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει. ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος. ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον χερσὶ τρίαιναν ἑλών · πάσας δʼ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν…
Homer, Odyssey
-
…ἐπέχυντο νῆας ἀνὰ γλαφυράς · ὅμαδος δʼ ἀλίαστος ἐτύχθη. ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ…
Homer, Iliad
-
…Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ μακρὰ βιβάς · πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν ·…
Homer, Iliad
-
…ἰών · θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα · ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων. τοῦ δʼ ὠρίνετο…
Homer, Odyssey