νομάδα
νομάς, roaming about for pasture
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | νομὰς | – | νομάδες |
| Genitive | – | – | νομάδων |
| Dative | – | – | – |
| Accusative | – | – | νομάδας |
| Vocative | – | – | – |
-
…ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας · Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι · οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας…
Aeschylus, Prometheus Bound
-
…Κροίσου μὲν γαμβρὸν Μήδων δὲ βασιλέα, Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε, γενόμενον γαμβρὸν Κροίσῳ ὧδε. Σκυθέων τῶν νομάδων εἴλη ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν · ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω…
Herodotus, The Histories
-
…ἐλάσῃ ἐπὶ Σάρδις. ταῦτα ἐπιλεγομένῳ Κροίσῳ τὸ προάστειον πᾶν ὀφίων ἐνεπλήσθη · φανέντων δὲ αὐτῶν οἱ ἵπποι μετιέντες τὰς νομὰς νέμεσθαι φοιτέοντες κατήσθιον. ἰδόντι δὲ τοῦτο Κροίσῳ, ὥσπερ καὶ ἦν ἔδοξε τέρας εἶναι · αὐτίκα δὲ ἔπεμπε θεοπρόπους…
Herodotus, The Histories
-
…δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε, ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον. Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο…
Herodotus, The Histories
-
…. ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε, Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι. οὗτοι μὲν πάντες ἀροτῆρές εἰσι, οἱ δὲ ἄλλοι νομάδες, Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι. ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον, ἐνθαῦτα ὁ Κῦρος, ἦν γάρ…
Herodotus, The Histories