οἰκέταισιν
οἰκέτης, οἰκέτης, ὁ, house-slave (noun)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Οἰκέτας, οἰκέτης | – | οἰκέται |
| Genitive | οἰκέτου | – | οἰκετέων, οἰκετῶν |
| Dative | οἰκέτῃ | – | οἰκέταις, οἰκέταισιν, οἰκιήτῃσιν |
| Accusative | οἰκέτην, Οἰκέταν | – | οἰκέτας |
| Vocative | – | – | οἰκέται |
-
…οὗ πλεῖστα ἔμελλον πράγματα ἕξειν ; καὶ ἐπεβούλευον μὲν αὐτῷ, οὕτω δὲ ἦλθον ἀπαράσκευος, ὥστε μήτε φίλους μήτε οἰκέτας μήτε ἄλλον ἄνθρωπον παρακαλέσαι μηδένα, εἰ μὴ τοῦτό γε τὸ παιδίον, ὃ ἐπικουρῆσαι μέν μοι οὐκ ἂν ἐδύνατο…
Lysias, Speeches
-
…καὶ κατειληθέντες ἐς τὸ ἄστυ συνήλισαν ἐς τὴν ἀκρόπολιν τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα καὶ τοὺς οἰκέτας, καὶ ἔπειτα ὑπῆψαν τὴν ἀκρόπολιν πᾶσαν ταύτην καίεσθαι. ταῦτα δὲ ποιήσαντες καὶ συνομόσαντες ὅρκους δεινούς, ἐπεξελθόντες ἀπέθανον…
Herodotus, The Histories
-
…. τοῦτο δὲ ἐὰν σκοπῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, εὑρήσετε ὅτι πάντων ἄριστα ἔχει · οὐ γὰρ ὑπὲρ τῶν οἰκετῶν ἐσπούδασεν ὁ νομοθέτης, ἀλλὰ βουλόμενος ὑμᾶς ἐθίσαι πολὺ ἀπέχειν τῆς τῶν ἐλευθέρων ὕβρεως, προσέγραψε μηδʼ εἰς τοὺς δούλους…
Aeschines, Speeches
-
…δὲ πέπλων μητρὸς ἐξηρτημένοι ἔκλαιον · ἡ δὲ λαμβάνουσʼ ἐς ἀγκάλας ἠσπάζετʼ ἄλλοτʼ ἄλλον ὡς θανουμένη. πάντες δʼ ἔκλαιον οἰκέται κατὰ στέγας δέσποιναν οἰκτίροντες, ἡ δὲ δεξιὰν προύτεινʼ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς ὃν οὐ προσεῖπε καὶ προσερρήθη…
Euripides, Alcestis
-
…ποῦ μοι τοδί ; τίς τοῦτʼ ἔλαβε ; νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα ; τίς τὴν κεφαλὴν ἀπεδήδοκεν τῆς μαινίδος ; τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ…
Aristophanes, Frogs