οὐδέκω
οὐδέπω, οὐδέπω / οὔπω, not yet (adverb)
Other forms of οὐδέπω: κοὐδέπω, οὐδέπω
-
…Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος…
Aeschylus, Agamemnon
-
…, δαιμόνων θʼ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο · θῖνες…
Aeschylus, Persians
-
…ἴσως σοι φαίνομαι λέγειν τάδε · τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον…
Aeschylus, Prometheus Bound
-
…ἕδραν. ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα βωμοῖσι τοῖς σοῖς · οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων λεκτοί…
Sophocles, Oedipus Tyrannus
-
…κλύων κακῶν τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν, ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου ταγεῖν…
Aeschylus, Persians