πάγκαλος
πάγκαλος, all beautiful, good
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | πάγκαλος, πάγκαλός | – | πάγκαλον, πάγκαλόν |
| Genitive | – | – | – |
| Dative | – | παγκάλῃ | – |
| Accusative | – | παγκάλην | πάγκαλον, πάγκαλόν |
| Vocative | – | – | – |
| Feminine | Neuter | |
|---|---|---|
| Nominative | – | πάγκαλα |
| Genitive | – | – |
| Dative | – | – |
| Accusative | παγκάλας | – |
| Vocative | – | – |
-
…ἐδέοντο αὐτοῦ μὴ ἄλλως ποιεῖν. καὶ ὁ Θρασύμαχος φανερὸς μὲν ἦν ἐπιθυμῶν εἰπεῖν ἵνʼ εὐδοκιμήσειεν, ἡγούμενος ἔχειν ἀπόκρισιν παγκάλην · προσεποιεῖτο δὲ φιλονικεῖν πρὸς τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον. τελευτῶν δὲ συνεχώρησεν, κἄπειτα, αὕτη δή ,…
Plato, Republic
-
…ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι. παγκάλως, ἦν δʼ ἐγώ, λέγεις, ὦ Κέφαλε. τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν…
Plato, Republic
-
…τοῦτο ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε. τοῦτʼ ἔστιν ὅ μοι ἐναντιοῦται τὰ πολιτικὰ πράττειν, καὶ παγκάλως γέ μοι δοκεῖ ἐναντιοῦσθαι · εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ…
Plato, Apology
-
…ἐν ἱεροσκοπίῃ τὰ τοιάδε εὕροι τις ἂν ἄλλα ἐπʼ ἄλλοισιν · ἀλλʼ ἔνιοι τῶν μάντιων τἀναντία τουτέων. Φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισιν · καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν…
Hippocrates, Regimen in Acute Diseases
-
…ῥήτωρ, ἢ ἐγγύς τι καὶ παραπλήσιον, ὥσπερ ἐγὼ ἔλεγον πρὸς Πῶλον · σὺ δὲ διʼ ἄγνοιαν τὸ μὲν πάγκαλόν τι οἴει εἶναι, τὴν ῥητορικήν, τοῦ δὲ καταφρονεῖς. τῇ δὲ ἀληθείᾳ κάλλιόν ἐστιν σοφιστικὴ ῥητορικῆς ὅσῳπερ νομοθετικὴ…
Plato, Gorgias