πέρην
πέραν, on the other side, across, beyond
Other forms of πέραν: πέραν, πέρην
-
…Θερμοπυλῶν Ἕλληνες ἐφοβήθησαν μὴ καὶ ἐπὶ σφᾶς ὁ στρατὸς χωρήσῃ, καὶ ἐν παρασκευῇ ἦσαν. ἐφοβήθησαν δὲ καὶ οἱ πέραν Στρυμόνος πρὸς βορέαν Θρᾷκες, ὅσοι πεδία εἶχον, Παναῖοι καὶ Ὀδόμαντοι καὶ Δρῶοι καὶ Δερσαῖοι · αὐτόνομοι δʼ εἰσὶ…
Thucydides, The Peloponnesian War
-
…ἅπαντα ὡς ἐδύνατο κάλλιστα καὶ ἐπιτρέψας τὰ ἐν τῇ πόλει Κοιρατάδᾳ καὶ Ἑλίξῳ, διέβη παρὰ τὸν Φαρνάβαζον εἰς τὸ πέραν, μισθόν τε τοῖς στρατιώταις παρʼ αὐτοῦ ληψόμενος καὶ ναῦς συλλέξων, αἳ ἦσαν ἐν τῷ Ἑλλησπόντῳ ἄλλαι καταλελειμμέναι φρουρίδες…
Xenophon, Hellenica
-
…· δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν…
Hesiod, Theogony
-
…νεῶν Ἀχαιικῶν, μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ νοντʼ Ἀχαιικὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρόχ θοις ἐν Αὐλίδος τόποις · πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι νήστιδες δύσορμοι, βροτῶν ἄλαι, ναῶν…
Aeschylus, Agamemnon
-
…ξυμμαχίας στρατεῦσαι ἐπὶ τὴν Ποτείδαιαν, οὗ ἦν στράτευμα τῶν Ἀθηναίων πολιορκοῦν, καὶ ᾗπερ ὥρμηντο, διʼ ἐκείνου πορευθῆναι πέραν τοῦ Ἑλλησπόντου ὡς Φαρνάκην τὸν Φαρναβάζου, ὃς αὐτοὺς ἔμελλεν ὡς βασιλέα ἀναπέμψειν. παρατυχόντες δὲ Ἀθηναίων πρέσβεις Λέαρχος Καλλιμάχου…
Thucydides, The Peloponnesian War