πέριξ
πέριξ, round about, all round
Other forms of πέριξ: πέριξ
-
…εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε τίθησι, θυγατρὸς σηκόν · ἀμπέλου δέ νιν πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε…
Euripides, Bacchae
-
…, αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον, Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν, ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν. ἀκταὶ…
Aeschylus, Persians
-
…· ὡς ἂν αἱ παρθένοι γενοίατο γάμων ὡραῖαι, ταύτας ὅκως συναγάγοιεν πάσας, ἐς ἓν χωρίον ἐσάγεσκον ἁλέας, πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν, ἀνιστὰς δὲ κατὰ μίαν ἑκάστην κῆρυξ πωλέεσκε, πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων…
Herodotus, The Histories
-
…οἰκήματα μουνόκωλα ἔδειμαν, τετραμμένα ἐς ἄλληλα · τὸ μέσον δὲ τῶν οἰκημάτων ἔλιπον τεθρίππῳ περιέλασιν. πύλαι δὲ ἐνεστᾶσι πέριξ τοῦ τείχεος ἑκατόν, χάλκεαι πᾶσαι, καὶ σταθμοί τε καὶ ὑπέρθυρα ὡσαύτως. ἔστι δὲ ἄλλη πόλις ἀπέχουσα ὀκτὼ…
Herodotus, The Histories
-
…χωρία ἐπρεσβεύοντο, Κέρκυραν καὶ Κεφαλληνίαν καὶ Ἀκαρνᾶνας καὶ Ζάκυνθον, ὁρῶντες, εἰ σφίσι φίλια ταῦτʼ εἴη βεβαίως, πέριξ τὴν Πελοπόννησον καταπολεμήσοντες. ὀλίγον τε ἐπενόουν οὐδὲν ἀμφότεροι, ἀλλʼ ἔρρωντο ἐς τὸν πόλεμον οὐκ ἀπεικότως · ἀρχόμενοι γὰρ…
Thucydides, The Peloponnesian War