πανδαμεί
πανδημεί, with the whole people, in a mass
Other forms of πανδημεί: πανδαμεί, πανδαμεὶ, πανδημεί, πανδημεὶ
-
…καὶ οἱ ἐκείνων σύμμαχοι, ἡγούμενοι ἢ εἰς ἔρημον τὴν χώραν ἐμβαλεῖν ἢ ἐξ Αἰγίνης ἄξειν τὸ στρατόπεδον, ἐξελθόντες πανδημεὶ Γεράνειαν κατέλαβον · Ἀθηναῖοι δὲ τῶν μὲν ἀπόντων, τῶν δʼ ἐγγὺς ὄντων, οὐδένα ἐτόλμησαν μεταπέμψασθαι · ταῖς δʼ…
Lysias, Speeches
-
…μετὰ ταῦτα ἔπεμψε πρὸς Ἆγίν τε εἰς Δεκέλειαν καὶ εἰς Λακεδαίμονα ὅτι προσπλεῖ σὺν διακοσίαις ναυσί. Λακεδαιμόνιοι δʼ ἐξῇσαν πανδημεὶ καὶ οἱ ἄλλοι Πελοποννήσιοι πλὴν Ἀργείων, παραγγείλαντος τοῦ ἑτέρου Λακεδαιμονίων βασιλέως Παυσανίου. ἐπεὶ δʼ ἅπαντες ἡθροίσθησαν, ἀναλαβὼν…
Xenophon, Hellenica
-
…τάρβος τὸν ἀμφιτειχῆ λεών, δράκοντας ὥς τις τέκνων ὑπερδέδοικεν λεχαίων δυσευνάτορας πάντρομος πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργους πανδαμεὶ πανομιλεὶ στείχουσιν. τί γένωμαι ; τοὶ δʼ ἐπʼ ἀμφιβόλοισιν ἰάπτουσι πολίταις χερμάδʼ ὀκριόεσσαν. παντὶ τρόπῳ, Διογενεῖς θεοί…
Aeschylus, Seven Against Thebes
-
…. Καλλικρατίδας δὲ ἐν τῷ λιμένι ὁρμισάμενος ἐπολιόρκει ἐνταῦθα, τὸν ἔκπλουν ἔχων. καὶ κατὰ γῆν μεταπεμψάμενος τοὺς Μηθυμναίους πανδημεὶ καὶ ἐκ τῆς Χίου τὸ στράτευμα διεβίβασε · χρήματά τε παρὰ Κύρου αὐτῷ ἦλθεν. ὁ δὲ Κόνων ἐπεὶ ἐπολιορκεῖτο…
Xenophon, Hellenica
-
…οὐκ ἐτύγχανε παρών, ἀλλὰ περὶ Σηλυμβρίαν ἦν · ἐκείνην δʼ ἑλὼν πρὸς τὸ Βυζάντιον ἧκεν, ἔχων Χερρονησίτας τε πανδημεὶ καὶ ἀπὸ Θρᾴκης στρατιώτας καὶ ἱππέας πλείους τριακοσίων. Φαρνάβαζος δὲ ἀξιῶν δεῖν κἀκεῖνον ὀμνύναι, περιέμενεν ἐν Καλχηδόνι ,…
Xenophon, Hellenica