πελαγῶν
πέλαγος, the sea
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πέλαγος | – | πελάγη |
| Genitive | πελάγους | – | πελαγέων |
| Dative | πελάγει, πελάγεϊ | – | πελάγεσι, πελάγεσιν, πελάγεσσι, πελάγεσσιν |
| Accusative | πέλαγος | – | πελάγη |
| Vocative | – | – | – |
-
…ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα, αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης…
Homer, Odyssey
-
…, ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε. πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ ; καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς Τελαμῶνι ; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων…
Sophocles, Ajax
-
…. γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα. ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου · αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε…
Hesiod, Theogony
-
…κερτομίοις γλώσσαις. παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τʼ ἠρέθιζε Μούσας. παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ…
Sophocles, Antigone
-
…τε ἀγκύρας ἀποκόπτοντες καὶ ἐγειρόμενοι ἐβοήθουν τεταραγμένοι, τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι · εἰσβάντες δὲ ἐδίωκον τὴν εἰς τὸ πέλαγος ἀφορμήσασαν, καὶ ἅμα τῷ ἡλίῳ δύνοντι κατέλαβον, καὶ κρατήσαντες μάχῃ, ἀναδησάμενοι ἀπῆγον εἰς τὸ στρατόπεδον αὐτοῖς ἀνδράσιν…
Xenophon, Hellenica