ποθεν
ποθεν, ποθεν, from some place
Other forms of ποθεν: ποθεν, ποθέν, ποθὲν
-
…οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, ἤλπιζόν ποθεν χρήματα λήψεσθαι · ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι. τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ…
Lysias, Speeches
-
…αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν · τίς τόπος ἢ τίς ἕδρα ; τίνʼ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον ; οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον…
Sophocles, Philoctetes
-
…δʼ ἔσω κίε, μηδέ τι θυμῷ τάρβει · θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν · Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων τῶν…
Homer, Odyssey
-
…κε μυθησαίμην, ἦ αὐτὸς κεύθω ; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι ; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ ; εἴπαθʼ ὅπως ὑμέας…
Homer, Odyssey
-
…ὁ τιθεὶς τὸν νόμον ; καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς περὶ τῶν σπουδαιοτάτων πραγμάτων. ἔστι δʼ οὐδὲν ὄφελος ,…
Aeschines, Speeches