πολιτεία
πολιτεία, πολῑτείᾱ, πολῑτείᾱς, ἡ, government, constitution, commonwealth
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πολιτεία | – | πολιτεῖαι, πολιτεῖαί |
| Genitive | πολιτείας | – | πολιτειῶν |
| Dative | πολιτείᾳ | – | πολιτείαις |
| Accusative | πολιτείαν | – | πολιτείας |
| Vocative | – | – | – |
-
…συμφέροντα ἕλοισθε, ἀλλὰ τἀκείνοις δοκοῦντα ψηφίσαισθε. ἀναστὰς δὲ Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδράσιν ἐπιτρέψαι τὴν πόλιν καὶ τῇ πολιτείᾳ χρῆσθαι ἣν Δρακοντίδης ἀπέφαινεν. ὑμεῖς δʼ ὅμως καὶ οὕτω διακείμενοι ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα · ἐγιγνώσκετε γὰρ ὅτι…
Lysias, Speeches
-
…πένητας, ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία, ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακται, ἀλλὰ συμφέροντα τῇ πολιτείᾳ γεγένηται, ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες. διαλαβόντες δὲ τὰς οἰκίας ἐβάδιζον · καὶ ἐμὲ μὲν ξένους ἑστιῶντα…
Lysias, Speeches
-
…οὐ μεγάλων κακῶν γεγενημένου. ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων ὢν ταὔτʼ ἔπραττεν, αὐτὸς δὲ δοκῶν εὐνούστατος εἶναι τοῖς πράγμασι…
Lysias, Speeches
-
…, οὐχ ὑπὸ Λακεδαιμονίων ἀναγκαζόμενος, ἀλλʼ αὐτὸς ἐκείνοις ἐπαγγελλόμενος, τοῦ τε Πειραιῶς τὰ τείχη περιελεῖν καὶ τὴν ὑπάρχουσαν πολιτείαν καταλῦσαι, εὖ εἰδὼς ὅτι, εἰ μὴ πασῶν τῶν ἐλπίδων ἀποστερηθήσεσθε, ταχεῖαν παρʼ αὐτοῦ τὴν τιμωρίαν κομιεῖσθε .…
Lysias, Speeches
-
…ὑμετέρων ἀναμνῆσαι πειράσομαι. Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων, ὡς εἶέν τινες τῇ πολιτείᾳ ἀχθόμενοι · καλλίστην οὖν εἶναι πρόφασιν τιμωρεῖσθαι μὲν δοκεῖν, τῷ δʼ ἔργῳ χρηματίζεσθαι · πάντως δὲ τὴν μὲν πόλιν…
Lysias, Speeches