πόρῳ
πόρος, a means of passing/providing, provision
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Πόρος, πόρος | – | πόροι |
| Genitive | Πόρου, πόρου | – | πόρων |
| Dative | πόρῳ | – | πόροις |
| Accusative | πόρον | – | πόρους |
| Vocative | – | – | πόροι |
-
…ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον…
Hesiod, Theogony
-
…τʼ ἀπʼ ἐπισσώτρων · ὃ δὲ ἵετο κῦδος ἀρέσθαι Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθα διατμήξας τοὺς μὲν πεδίονδε δίωκε πρὸς πόλιν ,…
Homer, Iliad
-
…ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας. ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος. ἆ ἆ ἔα ἔα. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα…
Aeschylus, Prometheus Bound
-
…ἦν δυοῖν στρατευμάτοιν. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν ; μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον. καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν · ὧδʼ ἔχει · γνώμης δέ πού τις δαιμόνων ξυνήψατο .…
Aeschylus, Persians
-
…θύρῃσι κατήσθιε κεκληγῶτας χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι · οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθʼ…
Homer, Odyssey