σάββατά
Σάββατον, sabbath
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | σάββατον | – | – |
| Genitive | σαββάτου | – | σαββάτων |
| Dative | – | – | σάββασιν |
| Accusative | – | – | – |
| Vocative | – | – | – |
-
…εἴκοσι καὶ τέσσαρες εἰς τοῦτο ἀναλοῦνται. ὀπτῶνται δὲ ἀνὰ δύο διαιρεθέντες μὲν τῇ πρὸ τοῦ σαββάτου, τῷ δὲ σαββάτῳ πρωῒ κομισθέντες ἐπὶ τῆς ἱερᾶς τραπέζης τίθενται κατὰ ἓξ εἰς ἀλλήλους τετραμμένοι. δύο δὲ χρυσέων ὑπερκειμένων πινάκων λιβανωτοῦ γεμόντων…
Flavius Josephus, Antiquities of the Jews
-
…, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις · καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο γάρ · Ἀναστὰς δὲ πρωὶ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, παρʼ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετʼ αὐτοῦ γενομένοις πενθοῦσι…
NA, New Testament
-
…ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας · τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες · ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς…
Flavius Josephus, Antiquities of the Jews
-
…ἦν ἡ πόλις, ἕκαστος δὲ τῶν μετρίων ὡς αὐτὸς ὑπὲρ τῶν στασιαστῶν δίκας δώσων τετάρακτο. καὶ γὰρ δὴ σαββάτῳ συνέβη πραχθῆναι τὸν φόνον, ἐν ᾧ διὰ τὴν θρησκείαν καὶ τῶν ὁσίων ἔργων ἔχουσιν ἐκεχειρίαν. Τῆς δʼ αὐτῆς…
Flavius Josephus, Jewish War
-
…τοῦ Μωυσέως ἐστὶν ἀλλʼ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ περιτομὴν λαμβάνει ὁ ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ ; μὴ κρίνετε κατʼ…
NA, New Testament