σάλπιγγας
σάλπιγξ, a war-trumpet, trump
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | σάλπιγξ | – | – |
| Genitive | σάλπιγγος | – | – |
| Dative | σάλπιγγι | – | σάλπιγξι |
| Accusative | – | – | – |
| Vocative | – | – | – |
-
…, δέκατον ἐκπληρῶν ὄχον. στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν · οἱ δʼ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν · ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων ·…
Sophocles, Electra
-
…ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. τίνʼ ἀντιτάξεις τῷδε ; τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγυος ; κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν…
Aeschylus, Seven Against Thebes
-
…γνώμης ἀποσφαλεῖσιν · οὐ γὰρ ὡς φυγῇ παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει · σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν. εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, θοῶς δὲ πάντες…
Aeschylus, Persians
-
…προσβαλὼν δίκας ὤλετʼ ἄκλαυτος, αἶστος. κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη, ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς…
Aeschylus, Eumenides
-
…Παλλὰς Ἀθήνη φθέγξατʼ · ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο. οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον…
Homer, Iliad