σατράπην
σατράπης, a satrap, viceroy
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | σατράπης | – | σατράπαι |
| Genitive | σατράπου | – | σατραπῶν |
| Dative | σατράπῃ | – | σατράπαις |
| Accusative | σατράπην | – | σατράπας |
| Vocative | – | – | – |
-
…τὼ παῖδε ἀμφοτέρω παρεῖναι. ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε · Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην…
Xenophon, Anabasis
-
…ἐπεῖχε. τῶν δʼ ἐναντιουμένων τῇ δημοκρατίᾳ διαβάντων εἰς τὴν Ἀσίαν καὶ πορευθέντων εἰς Σάρδεις πρὸς Πισσούθνην τὸν τῶν Περσῶν σατράπην περὶ βοηθείας, ὁ μὲν Πισσούθνης ἔδωκεν αὐτοῖς στρατιώτας ἑπτακοσίους, ἐλπίζων τῆς Σάμου διὰ τούτου κυριεύσειν, οἱ δὲ…
Diodorus Siculus, Library
-
…πόλεις ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν, μήποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα. οἱ μὲν οὖν ἄλλοι σατράπαι διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεθεράπευον καὶ τὰ καθʼ αὑτοὺς ἐτίθεντο πρὸς αὐτόν, ὅπως ποτʼ ἦσαν δυνατοί · Ταμὼς δέ ,…
Diodorus Siculus, Library
-
…Παμμένη στρατηγὸν ἑλόμενοι καὶ δόντες αὐτῷ στρατιώτας πεντακισχιλίους ἐξέπεμψαν εἰς τὴν Ἀσίαν. ὁ δὲ Παμμένης βοηθήσας Ἀρταβάζῳ καὶ τοὺς σατράπας μεγάλαις μάχαις δυσὶ νικήσας περιεποιήσατο μεγάλην δόξαν ἑαυτῷ τε καὶ τοῖς Βοιωτοῖς. ἐφάνη γὰρ θαυμαστὸν εἰ Βοιωτοὶ τῶν μὲν…
Diodorus Siculus, Library
-
…βραχίονι παρελκόμενον ἀπέρριψε, τῷ δʼ ἵππῳ προσβαλὼν τὰ κέντρα καὶ τῇ ῥύμῃ τῆς φορᾶς συνεργῷ χρησάμενος εἰς μέσον τοῦ σατράπου τὸ στῆθος ἐνήρεισε τὸ ξυστόν. οὗ συντελεσθέντος αἱ μὲν πλησίον τάξεις παρʼ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς ἀνδρείας ἀνεβόησαν…
Diodorus Siculus, Library