στεφάνων
στέφανος, στέφανος, στεφάνου, ὁ, crown, wreath
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | στέφανος | – | στέφανοι |
| Genitive | στεφάνου | – | στεφάνων |
| Dative | στεφάνῳ | – | στεφάνοις, στεφάνοισιν |
| Accusative | στέφανον, στέφανόν | – | στεφάνους, στεφάνως |
| Vocative | στέφανε | – | – |
-
…Ἴακχʼ ὦ Ἴακχε, ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων ὁσίους ἐς θιασώτας, πολύκαρπον μὲν τινάσσων περὶ κρατὶ σῷ βρύοντα στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων ποδὶ τὰν ἀκόλαστον φιλοπαίγμονα τιμάν, χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν ὁσίοις…
Aristophanes, Frogs
-
…οὐρανόδεικτος κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν αἴγλης λαμπούσης · στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται, εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, ζευξαμένη…
NA, Homeric Hymns
-
…δόξητε, προδοσίαν καταγνόντες ἀντὶ τῆς ἀδυναμίας οὐχ ἱκανοὺς γενομένους διὰ τὸν χειμῶνα πρᾶξαι τὰ προσταχθέντα · ἀλλὰ πολὺ δικαιότερον στεφάνοις γεραίρειν τοὺς νικῶντας ἢ θανάτῳ ζημιοῦν πονηροῖς ἀνθρώποις πειθομένους. ταῦτʼ εἰπὼν Εὐρυπτόλεμος ἔγραψε γνώμην κατὰ τὸ Καννωνοῦ ψήφισμα κρίνεσθαι…
Xenophon, Hellenica
-
…· ἀμφʼ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, ἄνθεσι τηλεθάων, χαρίεις δʼ ἐπὶ καρπὸς ὀρώρει · πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον · οἳ δὲ ἰδόντες, νῆʼ ἤδη τότʼ ἔπειτα κυβερνήτην ἐκέλευον γῇ πελάαν · ὃ δʼ ἄρα σφι λέων…
NA, Homeric Hymns
-
…καλύψας χρυσέαισιν συνερείδει περόναις κρυπτὸν ἀφʼ Ἥρας. ἔτεκεν δʼ, ἁνίκα Μοῖραι τέλεσαν, ταυρόκερων θεὸν στεφάνωσέν τε δρακόντων στεφάνοις, ἔνθεν ἄγραν θη ροτρόφον μαινάδες ἀμφι βάλλονται πλοκάμοις. ὦ Σεμέλας τροφοὶ Θῆ βαι, στεφανοῦσθε κισσῷ · βρύετε…
Euripides, Bacchae