συμπτώματι
σύμπτωμα, a chance, casualty
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | – | – | ξυμπτωμάτων |
| Dative | ξυμπτώματι | – | συμπτώμασι |
| Accusative | – | – | – |
| Vocative | – | – | – |
-
…ὑπὸ τῶν ἐξ Αἰγύπτου βασιλέων ἐκ τῶν κατὰ τὸν Εὐεργέτην ἐπικληθέντα Πτολεμαῖον καιρῶν, ἐν οἷς ἐκεῖνος διὰ τὰ Βερενίκης συμπτώματα καὶ τὴν ὑπὲρ ἐκείνης ὀργὴν στρατεύσας εἰς τοὺς κατὰ Συρίαν τόπους ἐγκρατὴς ἐγένετο ταύτης τῆς πόλεως. Οὐ μὴν ἀλλʼ…
Polybius, Histories
-
…ἐπιβολὰς δʼ ἄν τινας παρακολουθοῦντος τοῦ ἀθρόου ἕκαστα προσαγορευθείη, ἀλλʼ ὅτε δήποτε ἕκαστα συμβαίνοντα θεωρεῖται, οὐκ ἀίδιον τῶν συμπτωμάτων παρακολουθούντων. καὶ οὐκ ἐξελατέον ἐκ τοῦ ὄντος ταύτην τὴν ἐνάργειαν, ὅτι οὐκ ἔχει τὴν τοῦ ὅλου φύσιν ᾧ…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…πολεμίων δυνάμεις, ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν παρείχετο κατάπληξιν, καὶ τὰ περὶ τὴν Ἀττικὴν συμπτώματα πρὸ ὀφθαλμῶν ὄντα πολλὴν ἀθυμίαν ἐνεποίει τοῖς Ἕλλησιν. οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ὁρῶντες τὴν τῶν ὄχλων ταραχὴν καὶ…
Diodorus Siculus, Library
-
…ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι. τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως · καταλέλυται γὰρ ἡ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ…
Polybius, Histories
-
…καὶ συνεχεστάτους χάριν τοῦ γυμνάζειν καὶ παρασκευάζειν εὐθαρσεῖς τοὺς νέους πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, τῷ καὶ τὰ πρότερον αὐτοῖς συμπτώματα δοκεῖν οὐχ ἥκιστα γεγονέναι διὰ τὸ νεοσυλλόγοις καὶ τελέως ἀνασκήτοις κεχρῆσθαι τοῖς στρατοπέδοις. αὐτοὶ δὲ Λεύκιον μὲν Ποστόμιον ,…
Polybius, Histories