συσσιτίων
συσσίτιον, a common meal, public mess
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | – | – | συσσιτίων |
| Dative | – | – | – |
| Accusative | συσσίτιον | – | ξυσσίτια, συσσίτια, συσσίτιά |
| Vocative | – | – | – |
-
…νόμιμα πάντα, καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν · μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα, ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια, πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος. οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν, τῷ δὲ Λυκούργῳ τελευτήσαντι…
Herodotus, The Histories
-
…ἄλλων πολιτῶν δέχεσθαι μισθὸν τῆς φυλακῆς τοσοῦτον ὅσον μήτε περιεῖναι αὐτοῖς εἰς τὸν ἐνιαυτὸν μήτε ἐνδεῖν · φοιτῶντας δὲ εἰς συσσίτια ὥσπερ ἐστρατοπεδευμένους κοινῇ ζῆν · χρυσίον δὲ καὶ ἀργύριον εἰπεῖν αὐτοῖς ὅτι θεῖον παρὰ θεῶν ἀεὶ ἐν τῇ ψυχῇ ἔχουσι…
Plato, Republic
-
…ἕκαστον βουλευομένων, ἐάντε τοῦ τιμήματος ὅλου μέρει ἐάντε τῆς γενομένης ἐπʼ ἐνιαυτὸν ἑκάστοτε προσόδου, χωρὶς τῶν εἰς τὰ συσσίτια τελουμένων. θεοῖσι δὲ ἀναθήματα χρεὼν ἔμμετρα τὸν μέτριον ἄνδρα ἀνατιθέντα δωρεῖσθαι. γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ…
Plato, Laws
-
…. τίνος δὴ χάριν ταῦτα εἴρηται ; τοῦδε, ὅτι φήσομεν δεῖν ἡμῖν τοὺς νυμφίους μηδὲν διαφερόντως μηδὲ ἧττον ἐν συσσιτίοις τὴν δίαιταν ποιεῖσθαι τοῦ πρὸ τῶν γάμων χρόνου γενομένου. καὶ τοῦτο μὲν δὴ θαυμαστὸν ὄν, ὅτε κατʼ ἀρχὰς…
Plato, Laws
-
…τὸ δὲ τίνα τρόπον, πότερον ὡς ἐνθάδε ἢ καθάπερ ἐν Λακεδαίμονι, ἢ παρὰ ταῦτα ἔστιν τι τρίτον εἶδος συσσιτίων ἀμφοῖν τούτοιν ἄμεινον ἂν ἔχον, τοῦτο οὔτʼ ἐξευρεῖν μοι χαλεπὸν εἶναι δοκεῖ, μέγα τε ἀγαθὸν εὑρεθὲν οὐδὲν ἀπεργάσεσθαι…
Plato, Laws