τόλμημα
τόλμημα, an adventure, enterprise, deed of daring
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | τόλμημα | – | – |
| Genitive | τολμήματος | – | τολμημάτων |
| Dative | – | – | τολμήμασιν |
| Accusative | τόλμημα | – | τολμήματα |
| Vocative | – | – | – |
-
…, τῆς τε Ἀσίας ἀρχὴ τῆς κάτω καὶ ἡ Γαλατῶν ἀπʼ αὐτῆς ἀναχώρησις καὶ τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν τὴν Τρῳάδα. ἐπάνειμι δὲ ἐς τὴν ἀρχὴν…
Pausanias, Description of Greece
-
…ἐν Κιθαιρῶνος πτυχαῖς διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ. ἤκουσα γάρ του θυγατέρων τολμήματα, ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα · πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι…
Euripides, Bacchae
-
…τῆς ἑτέρας ὡς ἐλέχθη τε καὶ τίνα τρόπον ἐπράχθη σαφῶς ἐκδιηγουμένης. οὐ μὴν ῥᾳδίως αὐτῇ προσεῖχον τῷ μεγέθει τοῦ τολμήματος ἀπιστοῦντες, ἐπεχείρουν τε τὸ πῦρ σβεννύναι καὶ ταχέως ὁδὸν διʼ αὐτοῦ τεμόντες τῶν βασιλείων ἐντὸς ἐγένοντο. καὶ τῷ…
Flavius Josephus, Jewish War
-
…ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς ἐν τῷ κτείνειν ἀνάγκης ἔχοντες. καὶ πέρας οὐδεὶς τηλικούτου τολμήματος ἥττων εὑρέθη, πάντες δὲ διὰ τῶν οἰκειοτάτων διεξῆλθον, ἄθλιοι τῆς ἀνάγκης, οἷς αὐτοχειρὶ γυναῖκας τὰς αὑτῶν καὶ…
Flavius Josephus, Jewish War
-
…τὴν Μεθώνην καὶ ὀλίγους τινὰς ἐν τῇ ἐσδρομῇ ἀπολέσας τῶν μεθʼ αὑτοῦ τήν τε πόλιν περιεποίησε καὶ ἀπὸ τούτου τοῦ τολμήματος πρῶτος τῶν κατὰ τὸν πόλεμον ἐπῃνέθη ἐν Σπάρτῃ. οἱ δὲ Ἀθηναῖοι ἄραντες παρέπλεον, καὶ σχόντες τῆς Ἠλείας ἐς…
Thucydides, The Peloponnesian War