χαλινός
χαλινός, a bridle, bit
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χαλινός, χαλινὸς | – | χαλινοί, χαλινοὶ |
| Genitive | χαλινοῦ | – | χαλινῶν |
| Dative | χαλινῷ | – | χαλινοῖς |
| Accusative | χαλινόν, χαλινὸν | – | χαλινοὺς |
| Vocative | – | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | χαλινὰ |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | – | – | χαλινὰ |
| Vocative | – | – | – |
-
…δὲ θηρὸς ὡς νεαιρέτου. ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον ἥκει, χαλινὸν δʼ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος. οὐ μὴν πλέω ῥίψασʼ ἀτιμασθήσομαι. ἐγὼ δʼ, ἐποικτίρω…
Aeschylus, Agamemnon
-
…. Ἀργέιοι δὲ πόλισμα Κάδμου κυκλοῦνται · φόβος δʼ ἀρῄων ὅπλων δονεῖ, διὰ δέ τοι γενύων ἱππίων κινύρονται φόνον χαλινοί. ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦ δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες. σύ τʼ, ὦ Διογενὲς φιλόμαχον…
Aeschylus, Seven Against Thebes
-
…κοσμέονται. ὣς δʼ αὕτως τῶν ἵππων τὰ μὲν περὶ τὰ στέρνα χαλκέους θώρηκας περιβάλλουσι, τὰ δὲ περὶ τοὺς χαλινοὺς καὶ στόμια καὶ φάλαρα χρυσῷ. σιδήρῳ δὲ οὐδʼ ἀργύρῳ χρέωνται οὐδέν · οὐδὲ γὰρ οὐδείς σφι ἔστι ἐν τῇ…
Herodotus, The Histories
-
…φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις · σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας · οὐ γὰρ ἐκπέλει φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δʼ…
Sophocles, Antigone
-
…ὅτε τὰν ὁμοπάτριον ἕδνοις ἄγαγες Ἡσιόναν πείθων δάμαρτα κοινόλεκτρον. τίς γῆ ; τί γένος ; τίνα φῶ λεύσσειν τόνδε χαλινοῖς ἐν πετρίνοισιν χειμαζόμενον ; τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ ; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. ἆ ἆ, ἒ…
Aeschylus, Prometheus Bound