χαρὰ
χαρά, joy, delight
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χαρά, χαρὰ | – | – |
| Genitive | χαρᾶς | – | – |
| Dative | χαρᾷ | – | – |
| Accusative | χαράν, χαρὰν | – | – |
| Vocative | – | – | – |
-
…καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις. ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ, σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασιν ἄξῃ · κρατηθεὶς δʼ ἡμερώτερος φανῇ. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ…
Aeschylus, Agamemnon
-
…πύλαις. καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου ; ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα · ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων…
Sophocles, Ajax
-
…θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴμοι, λακπάτητον ἀντρέπων χαράν. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι. ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος, τὰ μὲν…
Sophocles, Antigone
-
…τάφον κτερίσματα ; οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα. ὦ δυστυχής · ἐγὼ δὲ σὺν χαρᾷ λόγους τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα ἵνʼ ἦμεν ἄτης · ἀλλὰ νῦν, ὅθʼ ἱκόμην, τά τʼ…
Sophocles, Electra
-
…ἀνδράσιν φρονημάτων ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος · Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη · πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον ἥξειν κεραυνόν…
Aeschylus, Seven Against Thebes