χθὲς
χθές, χθές, yesterday
Other forms of χθές: ἐχθές, ἐχθὲς, κἀχθές, χθές, χθὲς
-
…Σωκράτης κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε…
Plato, Republic
-
…ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας ἄνδρας ὄντας καὶ…
Aristophanes, Frogs
-
…θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, παῖδα νέον γεγαῶτα διὰ προθύροιο περῆσαι βουσὶ μετʼ ἀγραύλοισι · τὸ δʼ ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. εἰ δὲ θέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι…
NA, Homeric Hymns
-
…σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν ; ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς…
Plato, Symposium
-
…ὦ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλʼ ὥσπερ ἤκουσα καθʼ ἕκαστον · τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμῖν ὡς ἐν μύθῳ διῄεισθα σύ, νῦν μετενεγκόντες ἐπὶ τἀληθὲς δεῦρο θήσομεν ὡς ἐκείνην τήνδε οὖσαν, καὶ τοὺς…
Plato, Timaeus