χωλός
χωλός, lame
Parsed as:
masculine nominative singular of χωλός
| Masculine | Feminine | |
|---|---|---|
| Nominative | χωλὸς | χωλή, χωλὴ |
| Genitive | χωλοῦ | – |
| Dative | χωλῷ | – |
| Accusative | χωλὸν | χωλὴν |
| Vocative | – | – |
| Masculine | Feminine | |
|---|---|---|
| Nominative | χωλοί, χωλοὶ | χωλαί |
| Genitive | χωλῶν | – |
| Dative | χωλοῖς | – |
| Accusative | χωλοὺς | – |
| Vocative | – | – |
-
…φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι · οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς…
Plato, Crito
-
…τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι. ἣ δʼ ἄτη σθεναρή…
Homer, Iliad
-
…τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, χωλὸς ἐὼν τέχνῃσι · τὸ καὶ μοιχάγριʼ ὀφέλλει. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον · Ἑρμῆν δὲ προσέειπεν ἄναξ…
Homer, Odyssey
-
…, ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν ἔμμεναι · αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε · φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα · τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος συνοχωκότε · αὐτὰρ ὕπερθε φοξὸς ἔην κεφαλήν, ψεδνὴ…
Homer, Iliad
-
…πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα, οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος ,…
Homer, Odyssey