ψυχέων
ψῦχος, cold
ψυχή, ψῡχή, ψῡχῆς, ἡ, soul
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ψῦχος | – | – |
| Genitive | ψύχεος, ψύχους | – | – |
| Dative | ψύχει | – | – |
| Accusative | ψῦχος | – | ψύχη |
| Vocative | – | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ψυχά, ψυχὰ, ψυχή, ψυχὴ | – | ψυχαί, ψυχαὶ |
| Genitive | ψυχᾶς, ψυχῆς | – | ψυχέων, ψυχῶν |
| Dative | ψυχᾷ, ψυχῇ | – | ψυχαῖς |
| Accusative | ψυχάν, ψυχὰν, ψυχήν, ψυχὴν | – | ψυχάς, ψυχὰς |
| Vocative | ψυχά, ψυχή | – | – |
ψῦχος
-
…δοκῶ. ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή · βαιὸν δʼ ἔνερθεν ἐξ…
Sophocles, Philoctetes
-
…ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν · ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶς οἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει · μέλοι…
Aeschylus, Agamemnon
-
…οὔτε τι λίην ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς · ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης, ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων. κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν ἄψορρον καταβῆναι…
Homer, Odyssey
-
…ψύξει τε ὄντος πρὸς ἀλλήλας συναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν αἷμα, ἐαθεῖσαι δὲ ταχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους συμπηγνύασιν. ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν…
Plato, Timaeus
-
…κτήματα, σώμασιν μαλακῶς καὶ πρᾴως ὑπείκουσαν, θερμὴν δὲ νοτίδα ἐντὸς ἑαυτῆς ἔχουσαν θέρους μὲν ἀνιδίουσαν καὶ νοτιζομένην ἔξωθεν ψῦχος κατὰ πᾶν τὸ σῶμα παρέξειν οἰκεῖον, διὰ χειμῶνος δὲ πάλιν αὖ τούτῳ τῷ πυρὶ τὸν προσφερόμενον ἔξωθεν καὶ περιιστάμενον…
Plato, Timaeus
ψυχή
-
…ἐποίησε τὴν βλάβην, ἡγούμενος τοὺς μὲν διαπραττομένους βίᾳ ὑπὸ τῶν βιασθέντων μισεῖσθαι, τοὺς δὲ πείσαντας οὕτως αὐτῶν τὰς ψυχὰς διαφθείρειν, ὥστʼ οἰκειοτέρας αὑτοῖς ποιεῖν τὰς ἀλλοτρίας γυναῖκας ἢ τοῖς ἀνδράσι, καὶ πᾶσαν ἐπʼ ἐκείνοις τὴν οἰκίαν γεγονέναι…
Lysias, Speeches
-
…τε φίλους ἂν παρεκάλεις καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάς · ὃ δὲ περὶ πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν, καὶ ἐν ᾧ πάντʼ ἐστὶν τὰ σὰ ἢ εὖ ἢ κακῶς πράττειν, χρηστοῦ ἢ πονηροῦ αὐτοῦ γενομένου ,…
Plato, Protagoras
-
…, ἔφη. οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι ; φαμέν. ἆρʼ οὖν ποτε, ὦ Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἢ ἀδύνατον ; ἀδύνατον. ἀνάγκη ἄρα κακῇ ψυχῇ κακῶς…
Plato, Republic
-
…ἐνίκων μαχόμενοι, καὶ τῶν Ἡρακλέους παίδων τὰ μὲν σώματα εἰς ἄδειαν κατέστησαν, ἀπαλλάξαντες δὲ τοῦ δέους καὶ τὰς ψυχὰς ἠλευθέρωσαν, διὰ δὲ τὴν τοῦ πατρὸς ἀρετὴν ἐκείνους τοῖς αὑτῶν κινδύνοις ἐστεφάνωσαν. τοσοῦτον δὲ εὐτυχέστεροι παῖδες ὄντες ἐγένοντο…
Lysias, Speeches
-
…εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλʼ οἷον ὕπνος ἐπειδάν τις καθεύδων…
Plato, Apology