ἀθλητήν
ἀθλητής, a prizefighter
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀθλητής | – | ἀθληταὶ, ἀεθλητῆρες |
| Genitive | ἀθλητοῦ | – | ἀθλητῶν |
| Dative | ἀθλητῇ, ἀθλητῆρι | – | ἀθληταῖς, ἀθληταῖσιν |
| Accusative | ἀθλητὴν | – | ἀθλητὰς |
| Vocative | – | – | – |
-
…, ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων κερδέων θʼ ἁρπαλέων · οὐδʼ ἀθλητῆρι ἔοικας. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς · ξεῖνʼ, οὐ καλὸν ἔειπες · ἀτασθάλῳ ἀνδρὶ ἔοικας…
Homer, Odyssey
-
…ἀπεικάζειν τὰ καλὰ τῶν ζῴων, τοὺς δὲ παῖδας μὴ μιμεῖσθαι τοὺς σπουδαίους τῶν γονέων. ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ἐπὶ τοὺς ἀνταγωνιστὰς ἀσκεῖν, ὡς σοὶ σκοπεῖν ὅπως ἐφάμιλλος γενήσει τοῖς τοῦ πατρὸς ἐπιτηδεύμασιν. οὕτω δὲ…
Isocrates, Speeches
-
…λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο · τὸ δὲ πάλαι καὶ ἐν τῷ Ὀλυμπικῷ ἀγῶνι διαζώματα ἔχοντες περὶ τὰ αἰδοῖα οἱ ἀθληταὶ ἠγωνίζοντο, καὶ οὐ πολλὰ ἔτη ἐπειδὴ πέπαυται. ἔτι δὲ καὶ ἐν τοῖς βαρβάροις ἔστιν οἷς νῦν, καὶ…
Thucydides, The Peloponnesian War
-
…τήνδε σοῖσι προσπολεῖν δόμοις. πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς · ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, ὅθεν κομίζω τήνδε νικητήρια λαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν ἵππους ἄγεσθαι, τοῖσι…
Euripides, Alcestis
-
…ὥρμησαν, οὐχ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ καθηκόντων σφίσι πολεμήσοντες, ἀθληταὶ γεγονότες ἀληθινοὶ τῶν κατὰ τὸν πόλεμον ἔργων ἐκ τῶν πρὸς τοὺς Σαυνίτας καὶ Κελτοὺς ἀγώνων. ὑποστάντες δὲ γενναίως τὸν…
Polybius, Histories