ἀτάρ
ἀτάρ, ἀτάρ, but (particle)
Other forms of ἀτάρ: ἀτάρ, ἀτὰρ, Αὐτὰρ, αὐτάρ, αὐτὰρ
-
…ὧν πεποίηκας ἐντείνας τοὺς τοῦ Αἰσώπου λόγους καὶ τὸ εἰς τὸν Ἀπόλλω προοίμιον καὶ ἄλλοι τινές με ἤδη ἤροντο, ἀτὰρ καὶ Εὔηνος πρῴην, ὅτι ποτὲ διανοηθείς, ἐπειδὴ δεῦρο ἦλθες, ἐποίησας αὐτά, πρότερον οὐδὲν πώποτε ποιήσας .…
Plato, Phaedo
-
…ἔρειο ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο · ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός · ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ…
Homer, Iliad
-
…παριστάμενοι περὶ βωμόν. δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, βάν ῥʼ ἴμεν · ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων…
NA, Homeric Hymns
-
…σπεύδετον ὄφρα λάβωμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς…
Homer, Iliad
-
…· Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ · αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. ἀλλʼ ὅτε δὴ…
Homer, Odyssey