ἀτραπῷ
ἀτραπός, short cut
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀταρπιτὸς, ἀτραπός, ἀτραπὸς | – | ἀταρπιτοὶ |
| Genitive | ἀταρπιτοῦ, ἀτραποῦ | – | ἀτραπῶν |
| Dative | – | – | – |
| Accusative | ἀταρπὸν, ἀτραπόν, ἀτραπὸν | – | ἀτραπούς, ἀτραποὺς |
| Vocative | – | – | – |
-
…ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι, ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα…
Homer, Odyssey
-
…ἀνδρῶν αἰχμητάων ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν · οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον · ἐν δέ τε θυμὸς τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν · ὣς…
Homer, Iliad
-
…βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων ,…
Homer, Odyssey
-
…δὲ ᾗ στενώτατον ἦν, τῆς ἐσόδου τῆς ἐς τὴν Ἑλλάδα εἶργον τοὺς βαρβάρους · ἀνευρόντες δὲ οἱ Κελτοὶ τὴν ἀτραπόν, ἣν καὶ Μήδοις ποτὲ Ἐφιάλτης ἡγήσατο ὁ Τραχίνιος, καὶ βιασάμενοι Φωκέων τοὺς τεταγμένους ἐπʼ αὐτῇ λανθάνουσι τοὺς Ἕλληνας…
Pausanias, Description of Greece
-
…; μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, κρεμάσαντι σαυτόν. παῦε, πνιγηρὰν λέγεις. ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη ἡ διὰ θυείας. ἆρα κώνειον λέγεις ; μάλιστά γε. ψυχράν γε καὶ δυσχείμερον · εὐθὺς γὰρ…
Aristophanes, Frogs