ἀϋτᾶς
ἀϋτή, cry, shout
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀυτή, ἀυτὴ, ἀϋτή, ἀϋτὴ | – | – |
| Genitive | ἀυτῆς, ἀϋτῆς | – | – |
| Dative | ἀυτῇ, ἀϋτῇ | – | – |
| Accusative | ἀυτήν, ἀυτὴν, ἀϋτήν, ἀϋτὴν | – | – |
| Vocative | – | – | – |
-
…πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ ἕστασαν · οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν · οἳ δὲ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν…
Homer, Iliad
-
…ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες · σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς κεῖτο…
Homer, Iliad
-
…, Αἰνείαν ἐπιόντα βοηθόον · αὖε δʼ ἑταίρους Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς · τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα · δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε · δείδια δʼ αἰνῶς…
Homer, Iliad
-
…σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις · νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες · ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δʼ αἰπὺς ὄλεθρος…
Homer, Iliad
-
…ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων. ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω. καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς · μενοῦμεν οὕτως ὥστʼ…
Aeschylus, Libation Bearers