ἄκοιτιν
ἄκοιτις, a spouse, wife (LSJ sv ἀκοίτης)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἄκοιτις | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | ἄκοιτιν | – | ἀκοίτις |
| Vocative | – | – | – |
-
…θανάτῳ. φίλα μὲν ὅτʼ ἦν μεθʼ ἡμῶν, φίλα δὲ θανοῦσʼ ἔτʼ ἔσται, γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν. μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω τύμβος σᾶς ἀλόχου, θεοῖσι δʼ ὁμοίως τιμάσθω, σέβας ἐμπόρων. καί…
Euripides, Alcestis
-
…ἀγακλυτὸς ἀμφιγυήεις, ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος ,…
Hesiod, Theogony
-
…οὔποθʼ οὗ λελήσεται. ἦ που στενάζει τοισίδʼ Ἄδμητος κακοῖς, ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή ; κλαίει γʼ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων, καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα ζητῶν · φθίνει γὰρ καὶ μαραίνεται νόσῳ. παρειμένη…
Euripides, Alcestis
-
…ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν · ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ…
Homer, Odyssey
-
…οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα · καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα ,…
Homer, Odyssey