ἄφνω
ἄφνω, unawares, of a sudden
Other forms of ἄφνω: ἄφνω
-
…πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες · γίγνωσκε δὲ ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε προσέπτατʼ · εἰδὼς δʼ αὔτʼ ἐτειρόμην πάλαι. ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, πάρεστε καὶ…
Euripides, Alcestis
-
…φίλων Μήδιον τὸν Θετταλὸν ἐπὶ κῶμον ἐλθεῖν · κἀκεῖ πολὺν ἄκρατον ἐμφορηθεὶς ἐπὶ τελευτῆς Ἡρακλέους μέγα ποτήριον πληρώσας ἐξέπιεν. ἄφνω δὲ ὥσπερ ὑπό τινος πληγῆς ἰσχυρᾶς πεπληγμένος ἀνεστέναξε μέγα βοήσας καὶ ὑπὸ τῶν φίλων ἀπηλλάττετο χειραγωγούμενος. εὐθὺς δʼ οἱ…
Diodorus Siculus, Library
-
…ὑπὸ τῶν δημάρχων καὶ τῶν πλουσίων, οὐκ ἐώντων ἀναδοθῆναι περὶ αὐτοῦ χειροτονίαν, ἀνέσχε τὸ σημεῖον. καὶ βοῆς ἄφνω παρὰ τῶν συνειδότων γενομένης χεῖρές τε ἦσαν ἤδη τὸ ἀπὸ τοῦδε, καὶ τῶν Γρακχείων οἱ μὲν αὐτὸν ἐφύλαττον οἷά…
Appian, The Civil Wars
-
…παραπλέοντας καὶ ἤδη ὄντας ἐντὸς τοῦ κόλπου τε καὶ πρὸς τῇ γῇ, ὅπερ ἐβούλοντο μάλιστα, ἀπὸ σημείου ἑνὸς ἄφνω ἐπιστρέψαντες τὰς ναῦς μετωπηδὸν ἔπλεον, ὡς εἶχε τάχους ἕκαστος, ἐπὶ τοὺς Ἀθηναίους, καὶ ἤλπιζον πάσας τὰς ναῦς…
Thucydides, The Peloponnesian War
-
…λιμῷ · καὶ τάδε Ῥοδίων οἱ συνετώτεροι καθεώρων, καὶ Φάννιος αὐτοῖς καὶ Λέντλος διελέγοντο. Γιγνομένων δʼ ἔτι τούτων ἄφνω Κάσσιος ἦν ἐν μέσῃ τῇ πόλει μετʼ ἐπιλέκτου στρατοῦ, βίας μὲν οὐδεμιᾶς φανείσης οὐδὲ κλιμάκων ἔργου. εἴκαζον δὲ…
Appian, The Civil Wars