Ἀγρὸν
ἀγρός, ἀγρός, ὁ, field, country(side) (noun)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀγρὸς | – | ἀγροί |
| Genitive | ἀγροῖο, ἀγροῦ | – | ἀγρῶν |
| Dative | ἀγρῷ | – | ἀγροῖς, ἀγροῖσι |
| Accusative | ἀγρόν, ἀγρὸν | – | ἀγρούς, ἀγροὺς |
| Vocative | – | – | – |
-
…πασῶν σωφρονεστάτην εἶναι τῶν ἐν τῇ πόλει. προϊόντος δὲ τοῦ χρόνου, ὦ ἄνδρες, ἧκον μὲν ἀπροσδοκήτως ἐξ ἀγροῦ, μετὰ δὲ τὸ δεῖπνον τὸ παιδίον ἐβόα καὶ ἐδυσκόλαινεν ὑπὸ τῆς θεραπαίνης ἐπίτηδες λυπούμενον, ἵνα ταῦτα ποιῇ ·…
Lysias, Speeches
-
…διηγήσασθαι βούλομαι τὰ πραχθέντα τῇ τελευταίᾳ ἡμέρᾳ. Σώστρατος ἦν μοι ἐπιτήδειος καὶ φίλος. τούτῳ ἡλίου δεδυκότος ἰόντι ἐξ ἀγροῦ ἀπήντησα. εἰδὼς δʼ ἐγὼ ὅτι τηνικαῦτα ἀφιγμένος οὐδένα καταλήψοιτο οἴκοι τῶν ἐπιτηδείων, ἐκέλευον, συνδειπνεῖν · καὶ ἐλθόντες…
Lysias, Speeches
-
…μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο. ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν ; πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι ὡς ἐξ ἀγροῦ ἥκων. ἀλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ἐρινοῦ Θεαίτητον προύπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην. ἀλλʼ ἴωμεν…
Plato, Theaetetus
-
…εἰσαγγείλειε καὶ ὡς ἐκείνη τῷ χρόνῳ πεισθείη, καὶ τὰς εἰσόδους οἷς τρόποις προσίοιτο, καὶ ὡς Θεσμοφορίοις ἐμοῦ ἐν ἀγρῷ ὄντος ᾤχετο εἰς τὸ ἱερὸν μετὰ τῆς μητρὸς τῆς ἐκείνου · καὶ τἆλλα τὰ γενόμενα πάντα ἀκριβῶς διηγήσατο. ἐπειδὴ…
Lysias, Speeches
-
…, προσποιουμένη παίζειν, καὶ τὴν κλεῖν ἐφέλκεται. κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδʼ ὑπονοῶν ἐκάθευδον ἄσμενος, ἥκων ἐξ ἀγροῦ. ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν. ἐρομένου δέ μου τί αἱ θύραι…
Lysias, Speeches