Ἀσωπόν
Ἀσωπός, Asopus
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Ἀσωπὸς | – | – |
| Genitive | Ἀσωποῖο, Ἀσωποῦ | – | – |
| Dative | Ἀσωπῷ | – | – |
| Accusative | Ἀσωπὸν | – | – |
| Vocative | – | – | – |
-
…ὡς ἐκέλευον · ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην, ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο…
Homer, Iliad
-
…οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρὰ…
Aeschylus, Agamemnon
-
…ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι κεῖσʼ · ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν…
Homer, Iliad
-
…ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην. τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι, καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν…
Homer, Odyssey
-
…Πλάταια τῶν Θηβῶν σταδίους ἑβδομήκοντα, καὶ τὸ ὕδωρ τὸ γενόμενον τῆς νυκτὸς ἐποίησε βραδύτερον αὐτοὺς ἐλθεῖν · ὁ γὰρ Ἀσωπὸς ποταμὸς ἐρρύη μέγας καὶ οὐ ῥᾳδίως διαβατὸς ἦν. πορευόμενοί τε ἐν ὑετῷ καὶ τὸν ποταμὸν μόλις διαβάντες ὕστερον παρεγένοντο…
Thucydides, The Peloponnesian War