ἐγχωρίαν
ἐγχώριος, in or of the country
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ἐγχώριος, ἔγχωρος | – | ἐγχώριον |
| Genitive | – | ἐγχωρίης | – |
| Dative | – | – | – |
| Accusative | – | ἐγχώριον | – |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | ἐγχωρίων, ἐγχώρων | – | – |
| Dative | ἐγχωρίοις | ἐγχωρίαις, ἐγχωρίοις | – |
| Accusative | ἐγχωρίους | ἐγχωρίους | ἐγχώρια |
| Vocative | ἐγχώριοι | – | – |
-
…ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές, πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε · τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ · ἡ γὰρ νέους…
Aeschylus, Seven Against Thebes
-
…ἔστι δὲ καὶ Ἀνδρόγεω βωμὸς τοῦ Μίνω, καλεῖται δὲ Ἥρωος · Ἀνδρόγεω δὲ ὄντα ἴσασιν οἷς ἐστιν ἐπιμελὲς τὰ ἐγχώρια σαφέστερον ἄλλων ἐπίστασθαι. ἀπέχει δὲ σταδίους εἴκοσιν ἄκρα Κωλιάς · ἐς ταύτην φθαρέντος τοῦ ναυτικοῦ τοῦ Μήδων κατήνεγκεν ὁ…
Pausanias, Description of Greece
-
…. τί δὴ τὸν ἄνδρα τόνδʼ ἀπὸ ψυχῆς κακῆς οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ χώρας μίασμα καὶ θεῶν ἐγχωρίων ἔκτεινʼ ; Ὀρέστης ἆρά που βλέπει φάος, ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς ; ἀλλʼ…
Aeschylus, Agamemnon
-
…. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ · καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. πρὸς ταῦτα μίμνε…
Aeschylus, Suppliant Women
-
…κακὸς δʼ εἶναι φιλεῖ. σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος, Μελάνιππος · ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ · Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται εἴργειν τεκούσῃ μητρὶ πολέμιον…
Aeschylus, Seven Against Thebes