ἐθνέων
ἔθνος, a company, body of men (Hom.); a people, a tribe; a swarm, flock
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἔθνος | – | ἔθνεʼ, ἔθνεα, ἔθνη |
| Genitive | ἔθνεος, ἔθνους | – | ἐθνέων, ἐθνῶν |
| Dative | ἔθνει, ἔθνεϊ | – | ἔθνεσι, ἔθνεσιν |
| Accusative | ἔθνος | – | ἔθνεα, ἔθνεά, ἔθνη |
| Vocative | – | – | – |
-
…λόγῳ δὲ περὶ τῆσδε τῆς χώρας ἀκούουσαι κλέος μέγα, πολλῆς δόξης καὶ μεγάλης ἐλπίδος χάριν παραλαβοῦσαι τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐστράτευσαν ἐπὶ τήνδε τὴν πόλιν. τυχοῦσαι δʼ ἀγαθῶν ἀνδρῶν ὁμοίας ἐκτήσαντο τὰς ψυχὰς τῇ φύσει, καὶ ἐναντίαν τὴν…
Lysias, Speeches
-
…δοκοῦσιν εἶναι καὶ ἀγαθοὶ οἱ ἄδικοι ; οἵ γε τελέως, ἔφη, οἷοί τε ἀδικεῖν, πόλεις τε καὶ ἔθνη δυνάμενοι ἀνθρώπων ὑφʼ ἑαυτοὺς ποιεῖσθαι · σὺ δὲ οἴει με ἴσως τοὺς τὰ βαλλάντια ἀποτέμνοντας λέγειν. λυσιτελεῖ μὲν οὖν…
Plato, Republic
-
…καὶ τόδε μοι χάρισαι καὶ λέγε · δοκεῖς ἂν ἢ πόλιν ἢ στρατόπεδον ἢ λῃστὰς ἢ κλέπτας ἢ ἄλλο τι ἔθνος, ὅσα κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους ; οὐ δῆτα ,…
Plato, Republic
-
…διακοσίαις μὲν καὶ χιλίαις ναυσὶν ἀφίκετο, τῆς δὲ πεζῆς στρατιᾶς οὕτως ἄπειρον τὸ πλῆθος ἦγεν, ὥστε καὶ τὰ ἔθνη τὰ μετʼ αὐτοῦ ἀκολουθήσαντα πολὺ ἂν ἔργον εἴη καταλέξαι · ὃ δὲ μέγιστον σημεῖον τοῦ πλήθους · ἐξὸν γὰρ αὐτῷ…
Lysias, Speeches
-
…τὴν φύσιν γυναῖκες · πλέον γὰρ ἐδόκουν τῶν ἀνδρῶν ταῖς ψυχαῖς διαφέρειν ἢ ταῖς ἰδέαις ἐλλείπειν. ἄρχουσαι δὲ πολλῶν ἐθνῶν, καὶ ἔργῳ μὲν τοὺς περὶ αὐτὰς καταδεδουλωμέναι, λόγῳ δὲ περὶ τῆσδε τῆς χώρας ἀκούουσαι κλέος μέγα, πολλῆς…
Lysias, Speeches