ἐπίθεσις
ἐπίθεσις, a laying on; an attack
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἐπίθεσις | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | ἐπίθεσιν | – | ἐπιθέσεις |
| Vocative | – | – | – |
-
…τῶν βασιλέων, ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχῃ τῶν τιμῶν, οἷον Κινάδων ὁ τὴν ἐπʼ Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς Σπαρτιάτας · ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν οἱ δʼ εὐπορῶσιν καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται…
Aristotle, Politics
-
…τῆς μέτρον ἐχούσης ἀρχῆς ὑφʼ ἑτέρων οὐ σμικρῷ χείρων · ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασιν τοῖς τὴν Εὐρώπην οἰκοῦσιν, ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ…
Plato, Laws
-
…καθʼ ὥραν καὶ πειθαρχεῖν τοῖς ἡγουμένοις · μετʼ οὐ πολὺ δὲ συγκαλέσας τοὺς προεστῶτας αὐτῶν διένειμε τοὺς ἁρμόζοντας πρὸς τὴν ἐπίθεσιν ἑκάστοις τόπους καὶ τὸ σύνθημα καὶ τὸν καιρὸν τῆς ἐπιθέσεως ἐδήλωσε καὶ παρήγγειλε τοῖς ἡγεμόσι μετὰ πάντων τῶν ὑποτεταγμένων ἐπὶ…
Polybius, Histories
-
…δὲ τοὺς ἐπιτηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν. γνοὺς δὲ κατὰ τὴν πορείαν δέκα νεανίσκους ἁθρόους ἀποκεχωρηκότας πρὸς τὸν Ἀντίοχον, ταύτης μὲν τῆς ἐπινοίας ἀπέστη ,…
Polybius, Histories
-
…εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς · οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλʼ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος · διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν…
Polybius, Histories