ἐρύματα
ἔρυμα, a fence, guard
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | ἐρύματος | – | ἐρυμάτων |
| Dative | ἐρύματι | – | – |
| Accusative | ἔρυμα, ἔρυμά | – | ἐρύματα |
| Vocative | – | – | – |
-
…πικρὸς ὀϊστός · διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο · διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς…
Homer, Iliad
-
…γε ἐκεῖνοι μὲν οὐδὲν ἀνίεσαν, οἱ δὲ ἀμφὶ Ἀριστοτέλην καὶ Μελάνθιον καὶ Ἀρίσταρχον στρατηγοῦντες φανεροὶ ἐγένοντο ἐπὶ τῷ χώματι ἔρυμα τειχίζοντες, εἰς ὃ ἐβούλοντο τοὺς πολεμίους δεξάμενοι ὑφʼ αὑτοῖς καὶ τοῖς ἑταίροις τὴν πόλιν ποιήσασθαι, εἰ ταῦτʼ αἰσθόμενος…
Xenophon, Hellenica
-
…. ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω μορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν. ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀπιχώριʼ ἐν πόλει…
Euripides, Bacchae
-
…χοάς. ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας. ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένῳ δεσπότᾳ πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ ἀπότροπον ἄγος ἀπεύχετον κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ βας ὦ…
Aeschylus, Libation Bearers
-
…τῶν ἀριστείων ἄτερ, ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν ; οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω ; ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί…
Sophocles, Ajax