ἐσχάραν
ἐσχάρα, the hearth, fire-place
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | ἐσχάραι |
| Genitive | ἐσχάρας | – | ἐσχαρῶν |
| Dative | ἐσχάρᾳ, ἐσχάρῃ, ἐσχαρόφιν | – | ἐσχάραις |
| Accusative | ἐσχάραν | – | ἐσχάρας |
| Vocative | – | – | – |
-
…ἀπὸ φλοίσβου · φυλακὰς δʼ ἃς εἴρεαι ἥρως οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις · ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι εὕδουσι · Τρωσὶν γὰρ ἐπιτραπέουσι…
Homer, Iliad
-
…θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν Φοίβου · φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι · μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθʼ…
Aeschylus, Persians
-
…δότω ἔνδον ἐόντων. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν…
Homer, Odyssey
-
…ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη ναῖεν ἐυπλόκαμος · τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει δαιομένων · ἡ δʼ ἔνδον ἀοιδιάουσʼ…
Homer, Odyssey
-
…παμφανόωντα τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα · αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ…
Homer, Odyssey