ἔντευξις
ἔντευξις, a lighting upon, meeting with, converse, intercourse
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἔντευξις | – | – |
| Genitive | ἐντεύξεως | – | – |
| Dative | – | – | ἐντεύξεσιν |
| Accusative | ἔντευξιν | – | ἐντεύξεις |
| Vocative | – | – | – |
-
…τῶν πράξεων, ὑπὲρ ὧν προῃρήμεθα γράφειν, ἱκανόν ἐστι προκαλέσασθαι καὶ παρορμῆσαι πάντα καὶ νέον καὶ πρεσβύτερον πρὸς τὴν ἔντευξιν τῆς πραγματείας. τίς γὰρ οὕτως ὑπάρχει φαῦλος ἢ ῥᾴθυμος ἀνθρώπων ὃς οὐκ ἂν βούλοιτο γνῶναι πῶς καὶ τίνι γένει…
Polybius, Histories
-
…χρείαν καὶ περὶ τοὺς κινδύνους τούς τε πρὸς αὐτὸν τὸν πλοῦν ἀνέμων καὶ θαλάττης πέρι καὶ πρὸς τὰς τοῖς λῃσταῖς ἐντεύξεις, καὶ ἐὰν ναυμαχεῖν ἄρα δέῃ που μακροῖς πλοίοις πρὸς ἕτερα τοιαῦτα · τὰ δὲ τῷ πλήθει δόξαντα περὶ τούτων…
Plato, Statesman
-
…αἴσθησιν ἰδίαν · ἦσαν γὰρ ἐλάττους τῶν ἀπιόντων οἱ μένοντες. ἐπεὶ δὲ προσιὼν ἠγγέλλετο, καὶ τὴν ἡμερότητα τῆς ἐντεύξεως αὐτοῦ τὴν πρὸς ἑκάστους ἐδήλουν οἱ προσελθόντες, ἅπαν ἤδη τὸ λοιπὸν πλῆθος ἅμα γυναιξὶ καὶ παισὶν ἐπὶ ταῖς παρόδοις…
Flavius Josephus, Jewish War
-
…πρὸς τὸ βλάπτειν αὐτούς. εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾷον, εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν. κληθέντες δʼ εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν, παρακαλοῦντες πρᾴως χρήσασθαι καὶ μεγαλοψύχως τοῖς εὐτυχήμασι ,…
Polybius, Histories
-
…οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν · ἐπεθύμει γὰρ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς ἀποτριψάμενος ἀπερίσπαστον ἔχειν τὸν πρὸς τοὺς Πέρσας…
Diodorus Siculus, Library