Ἑλληνὶς
Ἑλληνίς, Greek (fem. of Ἕλλην)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Ἑλληνίς, Ἑλληνὶς | – | – |
| Genitive | Ἑλλανίδος, Ἑλληνίδος | – | Ἑλληνίδων |
| Dative | – | – | Ἑλληνίσι |
| Accusative | Ἑλληνίδα | – | Ἑλληνίδας |
| Vocative | – | – | Ἑλλανίδες |
-
…καὶ οὔτε τριήρεις ἐν ἐκείνῳ τῷ χρόνῳ ἐκ τῆς Ἀσίας ἔπλευσαν, οὔτε τύραννος ἐν τοῖς Ἕλλησι κατέστη, οὔτε Ἑλληνὶς πόλις ὑπὸ τῶν βαρβάρων ἠνδραποδίσθη · τοσαύτην σωφροσύνην καὶ δέος ἡ τούτων ἀρετὴ πᾶσιν ἀνθρώποις παρεῖχεν. ὧν ἕνεκα δεῖ…
Lysias, Speeches
-
…εἶναι. σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι…
Plato, Crito
-
…, αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα. ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν · πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς ; πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον ναυσὶν κρατῆσαι .…
Aeschylus, Persians
-
…μεθίστανται πανταχοῦ ταῦτα γίγνεται · πλείστους δὲ ἀνάγκη ἐνθάδε πολεμίους εἶναι τοῖς εἰς ὀλιγαρχίαν μεθιστᾶσι διά τε τὸ πολυανθρωποτάτην τῶν Ἑλληνίδων τὴν πόλιν εἶναι καὶ διὰ τὸ πλεῖστον χρόνον ἐν ἐλευθερίᾳ τὸν δῆμον τεθράφθαι. ἡμεῖς δὲ γνόντες μὲν τοῖς οἵοις…
Xenophon, Hellenica
-
…πόλιν, τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς. πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος · ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς…
Euripides, Bacchae