ἰοὺ
ἰού, ho!
Other forms of ἰού: ἰού, ἰοὺ, ἰοῦ
-
…ὕβρει, γομφοδέτῳ τε δόρει διώλου. αἵμονες ὡς ἐπάμιδα ησυδουπιάπιτα κελεύω βοᾶν μεθέσθαι ἴχαρ φρενί τʼ ἄταν. ἰοὺ ἰού. λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ. ἀτίετον ἄπολιν οὐ σέβω. μήποτε πάλιν ἴδοιμʼ ἀλφεσίβοιον ὕδωρ, ἔνθεν…
Aeschylus, Suppliant Women
-
…αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε. κείνου τὸ θησαύρισμα σημαίνεις τόδε. ἰοὺ ἰού · καὶ ταῦτά γʼ ἄλλα θάλπεται ῥάκη, βαρείας του νοσηλείας πλέα. ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς…
Sophocles, Philoctetes
-
…τήνδʼ, ἐγὼ δὲ σέ. εὕδεις ; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον, ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ. ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι, ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ, ἐπάθομεν πάθος δυσαχές, ὦ…
Aeschylus, Eumenides
-
…πύλας μοχλοῖς χαλᾶτε · καὶ μάλʼ ἡβῶντος δὲ δεῖ, οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ · τί γάρ ; ἰοὺ ἰού. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην ἄκραντα βάζω ; ποῖ Κλυταιμήστρα ; τί δρᾷ ; ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ…
Aeschylus, Libation Bearers
-
…· ὁ δὲ κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. ἰοὺ ἰού · τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ. ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τʼ…
Sophocles, Oedipus Tyrannus