ἱδρώς
ἱδρώς, sweat
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἱδρώς, ἱδρὼς | – | – |
| Genitive | ἱδρῶτος | – | ἱδρώτων |
| Dative | ἱδρῷ, ἱδρῶτι, ἱδρῶτί | – | ἱδρῶσιν |
| Accusative | ἱδρῶ, ἱδρῶτα | – | – |
| Vocative | – | – | – |
-
…δὴ Θρασύμαχος ὡμολόγησε μὲν πάντα ταῦτα, οὐχ ὡς ἐγὼ νῦν ῥᾳδίως λέγω, ἀλλʼ ἑλκόμενος καὶ μόγις, μετὰ ἱδρῶτος θαυμαστοῦ ὅσου, ἅτε καὶ θέρους ὄντος τότε καὶ εἶδον ἐγώ, πρότερον δὲ οὔπω, Θρασύμαχον ἐρυθριῶντα ἐπειδὴ δὲ…
Plato, Republic
-
…αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. τὼ δὲ λοεσσαμένω καὶ…
Homer, Iliad
-
…τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον · ἀμφὶ δʼ ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς · τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει ἱεμένω κατὰ ὦλκα · τέμει δέ τε τέλσον ἀρούρης · ὣς…
Homer, Iliad
-
…ἐπετέλλετο Νέστωρ ὀτρύνων πόλεμονδε μελαινάων ἀπὸ νηῶν. τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει ἀργαλέης · καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος…
Homer, Iliad
-
…ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ · τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δʼ ἄρα…
Homer, Iliad