ἴχνος
ἴχνος, a track, footstep
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἴχνος | – | ἴχνη |
| Genitive | ἴχνους | – | ἰχνῶν |
| Dative | – | – | ἴχνεσι, ἴχνεσιν |
| Accusative | ἴχνος | – | ἴχνη |
| Vocative | – | – | – |
-
…τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. οἳ δʼ εἰσὶ ποῦ γῆς ; ποῦ τόδʼ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας ; ἐν τῇδʼ ἔφασκε γῇ · τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον. πότερα δʼ…
Sophocles, Oedipus Tyrannus
-
…καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει φράζει τε κἀδήλωσεν · εὐθέως δʼ ἐγὼ κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι, τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. καιρὸν δʼ ἐφήκεις · πάντα…
Sophocles, Ajax
-
…τε πόντον ἔθηκεν. ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν · ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα · εἰαρινὸς δʼ οὗτος πέλεται…
Hesiod, Works and Days
-
…θηρώμενον · καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει, πάλαι κυνηγετοῦντα καὶ μετρούμενον ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρει κυνὸς Λακαίνης ὥς τις…
Sophocles, Ajax
-
…, ἕλανδρος, ἑλέ πτολις, ἐκ τῶν ἁβροτίμων προκαλυμμάτων ἔπλευσε ζεφύρου γίγαντος αὔρᾳ, πολύανδροί τε φεράσπιδες κυναγοὶ κατʼ ἴχνος πλατᾶν ἄφαντον κελσάντων Σιμόεντος ἀ κτὰς ἐπʼ ἀεξιφύλλους διʼ ἔριν αἱματόεσσαν. Ἰλίῳ δὲ κῆδος ὀρθ ώνυμον τελεσσίφρων μῆνις ἤλασεν…
Aeschylus, Agamemnon