ὀλιγωρίαν
ὀλιγωρία, an esteeming lightly, slighting, contempt
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὀλιγωρία | – | – |
| Genitive | ὀλιγωρίας, ὀλιγωρίης | – | – |
| Dative | ὀλιγωρίᾳ | – | – |
| Accusative | ὀλιγωρίαν | – | ὀλιγωρίας |
| Vocative | ὀλιγωρία | – | – |
-
…νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων · ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅτι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ…
Thucydides, The Peloponnesian War
-
…μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι, καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν · χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρʼ ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον, χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες…
Herodotus, The Histories
-
…τιμωρεῖσθαι τῇ διανοίᾳ · ἡ οὖν τότε γινομένη φαντασία ἡδονὴν ἐμποιεῖ, ὥσπερ ἡ τῶν ἐνυπνίων. ἐπεὶ δὲ ἡ ὀλιγωρία ἐστὶν ἐνέργεια δόξης περὶ τὸ μηδενὸς ἄξιον φαινόμενον καὶ γὰρ τὰ κακὰ καὶ τἀγαθὰ ἄξια οἰόμεθα σπουδῆς εἶναι, καὶ…
Aristotle, Rhetoric
-
…μηδὲ βραδεῖαν γίνεσθαι, εἰ μὴ παραυτίκα καὶ εἰ μὴ πρίν τινος πειραθῆναι δυσκόλου πάρεστιν, ἡγουμένους δὲ οὐ κατὰ ὀλιγωρίαν μέλλειν τὸν θεόν, ἀλλʼ ἐπὶ πείρᾳ τῆς ἀνδρείας αὐτῶν καὶ τῆς περὶ τὴν ἐλευθερίαν ἡδονῆς, ἵνα μάθοι πότερόν…
Flavius Josephus, Antiquities of the Jews
-
…ἱερὸν τῶν Καβείρων τάχα μέν που καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ, τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸ τῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες. Ἀλεξάνδρου δέ…
Pausanias, Description of Greece