ὁμόνοιά
ὁμόνοια, ὁμόνοια, ἡ, agreement, harmony (noun)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὁμόνοια | – | – |
| Genitive | ὁμονοίας, Ὁμονοίας | – | – |
| Dative | ὁμονοίᾳ, ὁμονοίαι | – | – |
| Accusative | ὁμόνοιαν | – | ὁμονοίας |
| Vocative | – | – | – |
-
…δὲ καὶ μόνοι ἐν ἐκείνῳ τῷ χρόνῳ ἐκβαλόντες τὰς παρὰ σφίσιν αὐτοῖς δυναστείας δημοκρατίαν κατεστήσαντο, ἡγούμενοι τὴν πάντων ἐλευθερίαν ὁμόνοιαν εἶναι μεγίστην, κοινὰς δʼ ἀλλήλοις τὰς ἐκ τῶν κινδύνων ἐλπίδας ποιήσαντες ἐλευθέραις ταῖς ψυχαῖς ἐπολιτεύοντο, νόμῳ τοὺς ἀγαθοὺς…
Lysias, Speeches
-
…γάρ που, ὦ Θρασύμαχε, ἥ γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, ἡ δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν · ἦ γάρ ; ἔστω, ἦ δʼ ὅς, ἵνα σοι μὴ διαφέρωμαι. ἀλλʼ εὖ γε…
Plato, Republic
-
…καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην · ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστʼ ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν · καὶ…
Aristotle, Nicomachean Ethics
-
…ἀφʼ ἑαυτοῦ καὶ διαδοχὴν τὴν ἐπικρατοῦσαν ὁμοίως ἐπʼ ἐκείνῳ κατέλιπεν. Ὧδε μὲν ἐκ στάσεων ποικίλων ἡ πολιτεία Ῥωμαίοις ἐς ὁμόνοιαν καὶ μοναρχίαν περιέστη · ταῦτα δʼ ὅπως ἐγένετο, συνέγραψα καὶ συνήγαγον, ἀξιοθαύμαστα ὄντα τοῖς ἐθέλουσιν ἰδεῖν φιλοτιμίαν ἀνδρῶν…
Appian, The Civil Wars
-
…Ἀγαρίστην Κλεισθένους ἔγγονον, ὃς ἐξήλασε Πεισιστρατίδας καὶ κατέλυσε τὴν τυραννίδα γενναίως καὶ νόμους ἔθετο καὶ πολιτείαν ἄριστα κεκραμένην πρὸς ὁμόνοιαν καὶ σωτηρίαν κατέστησεν. αὕτη κατὰ τοὺς ὕπνους ἔδοξε τεκεῖν λέοντα, καὶ μεθʼ ἡμέρας ὀλίγας ἔτεκε Περικλέα, τὰ…
Plutarch, Pericles