ὅππη
ὅπη, by which way
Other forms of ὅπη: ὅκῃ, ὅπα, ὅπᾳ, ὅπη, ὅππη, ὅππῃ, χὤπη
-
…ἑκάστῳ. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς εὐνήν, ἐν δʼ…
Homer, Odyssey
-
…ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ · ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, ἠμὲν ὅσοι χαλεποί τε…
Homer, Odyssey
-
…, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις · ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. ἐλελεῦ ἐλελεῦ, ὑπό μʼ αὖ σφάκελος…
Aeschylus, Prometheus Bound
-
…ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο, ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς · ῥηιδίως γὰρ ἔπειθε Διὸς…
NA, Homeric Hymns
-
…, μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν Δημόδοκον · τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο σκηπτοῦχοι · κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν…
Homer, Odyssey