ὑποζυγίοισι
ὑποζύγιον, a beast for the yoke, a beast of burden
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | ὑποζυγίω | ὑποζύγια |
| Genitive | – | – | ὑποζυγίων |
| Dative | – | – | ὑποζυγίοις, ὑποζυγίοισι |
| Accusative | – | – | ὑποζύγια |
| Vocative | – | – | – |
-
…ἐπὶ τούτῳ ἔφασαν. πρῶτος δὲ Κλέαρχος τοὺς αὑτοῦ στρατιώτας ἐβιάζετο ἰέναι · οἱ δʼ αὐτόν τε ἔβαλλον καὶ τὰ ὑποζύγια τὰ ἐκείνου, ἐπεὶ ἄρξαιντο προϊέναι. Κλέαρχος δὲ τότε μὲν μικρὸν ἐξέφυγε μὴ καταπετρωθῆναι, ὕστερον δʼ ἐπεὶ ἔγνω…
Xenophon, Anabasis
-
…τὸν χῶρον, ἐν τῷ οἱ Φωκαιέες καταλευσθέντες ἐκέατο, ἐγίνετο διάστροφα καὶ ἔμπηρα καὶ ἀπόπληκτα, ὁμοίως πρόβατα καὶ ὑποζύγια καὶ ἄνθρωποι. οἱ δὲ Ἀγυλλαῖοι ἐς Δελφοὺς ἔπεμπον βουλόμενοι ἀκέσασθαι τὴν ἁμαρτάδα. ἡ δὲ Πυθίη σφέας ἐκέλευσε ποιέειν…
Herodotus, The Histories
-
…καὶ τὴν ἄλλην κατασκευὴν ᾗ κατʼ οἶκον ἐχρῶντο, καὶ αὐτῶν τῶν οἰκιῶν καθαιροῦντες τὴν ξύλωσιν · πρόβατα δὲ καὶ ὑποζύγια ἐς τὴν Εὔβοιαν διεπέμψαντο καὶ ἐς τὰς νήσους τὰς ἐπικειμένας. χαλεπῶς δὲ αὐτοῖς διὰ τὸ αἰεὶ εἰωθέναι τοὺς πολλοὺς…
Thucydides, The Peloponnesian War
-
…διορύσσοντες τοὺς κοινοὺς τοίχους παρʼ ἀλλήλους, ὅπως μὴ διὰ τῶν ὁδῶν φανεροὶ ὦσιν ἰόντες, ἁμάξας τε ἄνευ τῶν ὑποζυγίων ἐς τὰς ὁδοὺς καθίστασαν, ἵνα ἀντὶ τείχους ᾖ, καὶ τἆλλα ἐξήρτυον ᾗ ἕκαστον ἐφαίνετο πρὸς τὰ παρόντα ξύμφορον…
Thucydides, The Peloponnesian War
-
…ἂν τιμήσῃ τὸ δικαστήριον, ἐὰν δὲ ἡττηθῇ, τήν τε βλάβην ἐξιάσθω καὶ τὸν δοῦλον παραδότω. καὶ ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ κύων ἤ τι τῶν ἄλλων θρεμμάτων σίνηταί τι τῶν πέλας, κατὰ ταὐτὰ ἐκτίνειν τὴν βλάβην .…
Plato, Laws