ὑποσχέσεσιν
ὑπόσχεσις, an undertaking, engagement, promise
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὑπόσχεσις | – | – |
| Genitive | – | – | ὑποσχέσεων |
| Dative | ὑποσχέσει, ὑποσχεσίηι | – | ὑποσχέσεσιν, ὑποσχεσίῃσι |
| Accusative | ὑπόσχεσιν | – | ὑποσχέσεις |
| Vocative | – | – | – |
-
…ὁ Τήρεω Ὀδρύσης Θρᾳκῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ Περδίκκαν τὸν Ἀλεξάνδρου Μακεδονίας βασιλέα καὶ ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης, δύο ὑποσχέσεις τὴν μὲν βουλόμενος ἀναπρᾶξαι, τὴν δὲ αὐτὸς ἀποδοῦναι. ὅ τε γὰρ Περδίκκας αὐτῷ ὑποσχόμενος, εἰ Ἀθηναίοις τε…
Thucydides, The Peloponnesian War
-
…νόσφιν βουλεύωσʼ · ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν · πρὶν Ἄργοσδʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον Ἀργεῖοι Τρώεσσι…
Homer, Iliad
-
…καὶ συνασκῆσαι μάλιστʼ ἂν οἶμαι τὴν τῶν λόγων τῶν πολιτικῶν ἐπιμέλειαν. ἵνα δὲ μὴ δοκῶ τὰς μὲν τῶν ἄλλων ὑποσχέσεις διαλύειν, αὐτὸς δὲ μείζω λέγειν τῶν ἐνόντων, ἐξ ὧνπερ αὐτὸς ἐπείσθην οὕτω ταῦτʼ ἔχειν, ῥᾳδίως οἶμαι καὶ…
Isocrates, Speeches
-
…ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος, ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον. πρύτανις ἄκριτος…
Aeschylus, Suppliant Women
-
…ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς · καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων · ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης, οἴκαδε πεμψέμεναι · θυμὸς δέ μοι ἔσσυται ἤδη, ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι…
Homer, Odyssey