ὕδωρ
ὕδωρ, ὕδωρ, ὕδατος, τό, water
Parsed as:
✓ neuter nominative singular
✓ neuter vocative singular
✓ neuter accusative singular of
ὕδωρ
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὕδωρ | – | ὕδατʼ |
| Genitive | θοὔδατος, ὕδατος, ὕδατός | – | ὑδάτων |
| Dative | ὕδατι, ὕδατί, ὕδει | – | ὕδασι, ὕδασί, ὕδασιν |
| Accusative | ὕδωρ | – | ὕδατα |
| Vocative | ὕδωρ | – | – |
-
…πυρὶ πολλῷ πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν · ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέη · τοὺς…
Homer, Odyssey
-
…ἀγορῇ τετιηότες · ἂν δʼ Ἀγαμέμνων ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ · ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα · ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες Ζεύς με μέγα Κρονίδης ἄτῃ…
Homer, Iliad
-
…ἐρείδουσαι · σήμαινε δʼ Ὀδυσσεὺς αὐτὸς ἐπισπέρχων · ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο ξῦον · ταὶ δʼ…
Homer, Odyssey
-
…ὡς ἐκέλευον. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον…
Homer, Odyssey
-
…ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος, τοῦ μούνου πίνει βασιλεὺς καὶ ἄλλου οὐδενὸς ποταμοῦ. τούτου δὲ τοῦ Χοάσπεω τοῦ ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνεαι κομίζουσαι ἐν ἀγγηίοισι ἀργυρέοισι ἕπονται, ὅκῃ ἂν ἐλαύνῃ ἑκάστοτε. ἐπείτε δὲ ὁ…
Herodotus, The Histories