ὤμῳ
ὦμος, shoulder (with the upper arm)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὦμος | ὤμω | ὦμοι |
| Genitive | ὤμοιο, ὤμου | ὤμοιιν | ὤμων |
| Dative | ὤμῳ | ὤμοιϊν | ὤμοις, ὤμοισι, ὤμοισιν |
| Accusative | ὦμον | ὤμω | ὤμους |
| Vocative | – | – | – |
-
…ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς · τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ πεζὸς πρόσθʼ ἵππων · τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων · ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν · ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ…
Homer, Iliad
-
…οὐδʼ ἔτι φημὶ Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα…
Homer, Iliad
-
…λάβωμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς αὐτονυχὶ νηῶν…
Homer, Iliad
-
…Τρώων ἕλεν ἄνδρα κορυστὴν Φραδμονίδην Ἀγέλαον · ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους · τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν · ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. τὸν δὲ…
Homer, Iliad
-
…αὐτὰρ Ὀδυσσεὺς ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι στήθεά τε στιβαροί τε βραχίονες · αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως…
Homer, Odyssey