Τύρος
Τύρος, Tyre
- Tyre, in Phoenicia, Hdt., etc.
-
…τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι. μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς οὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαι φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην. εἴησαν δʼ ἄν οὗτοι Κρῆτες. ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα…
Herodotus, The Histories
-
…ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. Καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήση ;…
NA, New Testament
-
…ἱερέα τὸν Μανασσῆ κατέστησεν, μέγιστον γέρας ἡγησάμενος τοῖς ἐκ τῆς θυγατρὸς γενησομένοις τοῦτʼ ἔσεσθαι. μηνῶν δʼ ἑπτὰ τῇ Τύρου πολιορκίᾳ διεληλυθότων καὶ δύο τῇ Γάζης ὁ μὲν Σαναβαλλέτης ἀπέθανεν. Ἀλέξανδρος δʼ ἐξελὼν τὴν Γάζαν ἐπὶ τὴν τῶν Ἱεροσολυμιτῶν…
Flavius Josephus, Antiquities of the Jews
-
…ὑπαρχόντων ; οὐκ Αἴγυπτος μὲν αὐτοῦ καὶ Κύπρος ἀφέστηκε, Φοινίκη δὲ καὶ Συρία διὰ τὸν πόλεμον ἀνάστατοι γεγόνασι, Τύρος δʼ, ἐφʼ ᾗ μέγʼ ἐφρόνησεν, ὑπὸ τῶν ἐχθρῶν τῶν ἐκείνου κατείληπται ; τῶν δʼ ἐν Κιλικίᾳ πόλεων τὰς…
Isocrates, Speeches
-
…πᾶσαν τήν τε Φοινίκην, τό τε ὄνομα τούτου τοῦ βασιλέως ἐν τοῖς Τυρίων ἀρχείοις ἀναγέγραπται · ἐστράτευσε γὰρ ἐπὶ Τύρον βασιλεύοντος αὐτῆς Ἐλουλαίου. μαρτυρεῖ δὲ καὶ τούτοις Μένανδρος ὁ τῶν χρονικῶν ποιησάμενος τὴν ἀναγραφὴν καὶ τὰ τῶν Τυρίων ἀρχεῖα…
Flavius Josephus, Antiquities of the Jews
-
…τε καὶ στεφάνους φέροντες, Ἡρώδης μὲν τοῦτον τῇ τιμωρίᾳ τὸν καιρὸν ἀφώρισεν, Μάλιχος δὲ ὑποπτεύσας, ὡς ἐν Τύρῳ γίνεται, τόν τε υἱὸν ὁμηρεύοντα παρὰ τοῖς Τυρίοις ὑπεξαγαγεῖν ἔγνω λάθρα καὶ αὐτὸς εἰς τὴν Ἰουδαίαν ἀποδρᾶναι παρεσκευάζετο ·…
Flavius Josephus, Jewish War
-
…Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἰεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ποιεῖ ἦλθαν πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον…
NA, New Testament
-
…ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς…
Appian, The Punic Wars
-
…ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους · ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή. διὰ ταῦτʼ ἀναζεύξας ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατέστησε φύλακας ἐπὶ τοῦ ποταμοῦ καὶ τῶν ὑδραγωγείων, οἳ διακωλύσουσι…
Flavius Josephus, Antiquities of the Jews
-
…τὰ μὲν ἐφῆκεν τοῖς στρατιώταις διαρπάζειν, τὸ δὲ ἄστυ καίτοι θαυμάσας τοῦ κάλλους ἔχον τὰς οἰκίας ὁμοίως ταῖς ἐν Τύρῳ καὶ Σιδῶνι καὶ Βηρυτῷ δεδομημένας, ἐνέπρησεν. ἔπειτα τὴν χώραν καταδραμὼν καὶ διαρπάσας μὲν πᾶν τὸ προσπῖπτον καταφλέξας δὲ…
Flavius Josephus, Jewish War